Χριστὸς γεννᾶται, δοξάσατε
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Εὐαγγέλιον κατὰ Ματθαῖον (Κεφ. 1, 18-25)
Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων΄ ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου΄ τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου.
Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν΄ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου λέγοντος΄᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ΄ ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός.
Διεγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου΄ καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον΄ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΚΑΛΑ ΚΑΙ ΕΥΛΟΓΗΜΕΝΑ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ ΧΡΙΣΤΙΑΝΟΥΣ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Εσεις τι λετε?